Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.370 Joseph. AJ 7.375 (English) >>Joseph. AJ 7.380

7.373οὐ δεινὸν γὰρ θεοῦ θέλοντος οὐδʼ ἀλλοτρίῳ κρατοῦντι δουλεύειν, χαίρειν δʼ ἐπʼ ἀδελφῷ ταύτης τυχόντι τῆς τιμῆς προσῆκεν ὡς κοινωνοῦντας αὐτῆς. εὔχομαι δὴ τὰς ὑποσχέσεις τοῦ θεοῦ παρελθεῖν εἰς τέλος καὶ τὴν εὐδαιμονίαν ταύτην ἀνὰ πᾶσαν τὴν χώραν σπαρῆναι καὶ τὸν ἅπαντα ταύτῃ παραμεῖναι χρόνον, ἣν αὐτὸς ἐπηγγείλατο παρέξειν ἐπὶ Σολόμωνος βασιλέως. 7.374ἔσται δὲ ταῦτα βέβαια καὶ καλὸν ἕξει πέρας, ἂν εὐσεβῆ καὶ δίκαιον αὑτὸν καὶ φύλακα τῶν πατρίων παρέχῃς νόμων, τέκνον· εἰ δὲ μή, τὰ χείρω προσδοκάτω ταῦτα παραβαίνων.” 7.375

μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο, τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε Σολόμωνι θεμελίων καὶ οἴκων καὶ ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν ὥρισε. 7.376προσπαρώρμησε δὲ καὶ λόγοις αὐτόν τε πάσῃ χρήσασθαι προθυμίᾳ περὶ τὸ ἔργον καὶ τοὺς ἄρχοντας καὶ τὴν Ληουιτῶν φυλὴν συναγωνίσασθαι διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ τὸν θεὸν ἐκεῖνον ἑλέσθαι καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ τῆς βασιλείας προστάτην. 7.377εὐμαρῆ δʼ αὐτοῖς καὶ οὐ σφόδρα ἐπίπονον τὴν οἰκοδομίαν ἀπέφαινεν αὐτοῦ μὲν πολλὰ τάλαντα χρυσοῦ πλείω δʼ ἀργύρου καὶ ξύλα καὶ τεκτόνων πλῆθος καὶ λατόμων ἤδη παρεσκευασμένου σμαράγδου τε καὶ πάσης ἰδέας λίθου πολυτελοῦς·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.370 Joseph. AJ 7.375 (English) >>Joseph. AJ 7.380

Powered by PhiloLogic